st.markos.thumb

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"

ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"
  Σάββατο,
18 Νοεμβρίου 2017
  ΑΡΧΙΚΗ   |   ΑΝΑΖΗΤΗΣΗ   |   ΜΕΛΗ   |   ΕΠΙΚΟΙΝΩΝΙΑ   |   NEWSLETTER   |   SITEMAP
greek flag
ΚΑΤΗΓΟΡΙΕΣ

  Ὁ ἅγιος Μᾶρκος ὡς ὑμνογράφος
 

Είναι ἴσως μοναδικόν φαινόμενον εἰς τήν Ὀρθόδοξον Ἐκκλησίαν μας τρία μέλη τῆς αὐτῆς οἰκογενείας ὅπως συμβαίνει εἰς τήν περίπτωσιν τοῦ Μάρκου τοῦ Εὐγενικοῦ, τοῦ πατέρα του Γεωργίου διακόνου καί τοῦ ἀδελφοῦ του Ἰωάννου διακόνου καί φιλοσόφου νά είναι ὑμνογράφοι.

Μικρόν δεῖγμα, μικράν καί εὐώδην ἀνθοδέσμην, ἀπό τόν ἀκόμη ἀνεκμετἀλλευτον ὑμνογραφικόν κῆπον τοῦ Μάρκου, παραθέτουμε ἐν συνεχεία:

Κανών η', οὑ ἡ ἀκροστιχίς

«Ἑσχατος ύμνος τῆ πανυμνήτω γέρας, Μάρκου»

Ὠδή δ'. Συ μου ἰσχύς Κύριε

Μόνη ἐν σοί φύσεως νόμοι ἐλύθησαν, μόνη τίκτεις, βρέφος θείον ἄσπορον, τόν πρό αἰώνων ἐκ τοῦ Πατρός ὑπέρ νοῦν καί λόγον ἐξανατείλαντα, πάναγνε' ή ράβδος γάρ ἐτύπου τήν σεπτήν σου γαστέρα, παραδόξως ἐκφύσασα κάρυα.

Νέκταρ ήμῖν τῆς ευσπλαχνίας ἐπήγασας, οία κρήνη ρεῖθρον γλυκύ βλὐζουσα, καί καθαρά νάουσα πηγή, νάμα τό ζωηφόρον καί ύδωρ πότιμον βρύουσα, διό τούς φλεγόμενους πυρετών ἐν καμίνω τῆ σῆ δρόσω, Παρθένε, θεράπευσον.

Οἱ ἀπηνεῖς καί αἱμοβόροι καί δόλιοι, τῆς δουλίδος 'Άγαρ οἱ απόγονοι, στρατόν ἐλάσαντες παμπληθῆ, καί προσκαθεσθέντες τῆ πόλει σου ταύτη, Δέσποινα, ώς νήπιοι παθόντες τό άπρόσμαχον ἔγνων τῆς φρουρούσης αυτήν σου δυνάμεως.

Σύ τών βροτών δόξα καί κλέος καί καύχημα, καί ἀγγέλων στέφος καί διάδημα, δι' ὅ ή γῆ καί ὁ ουρανός μίαν Ἐκκλησίαν στησάμενοι παναρμόνιον, τό χαῖρέ σοι βοώμεν' χαῖρε Δέσποινα κόσμου, χαῖρε πάντων ανθρώπων βοήθεια.

Ὠδή ε'. Ἵνα τί με ἀπώσω

Τήν τόν Λόγον τεκοῦσαν οἱ τοῦ Λόγου τρόφιμοι λόγοις γεραίρομεν, τήν τοῦ κόσμου σκέπην οἱ τοῦ κόσμου κοσμοῦμεν οἰκήτορες, τήν τῶν εὐσεβούντων προφυλακήν οἱ εὐσεβοῦντες εὐσεβεῖ λογισμῶ μεγαλύνομεν.

Ή τοῦ κόσμου Κυρία πρός τήν ὑπερκόσμιον ζωήν μεθίσταται, ὁ ναός ὁ θεῖος πρός ναόν ἐπουρἀνιον αἴρεται, ή χρυσή λυχνία, ή κιβωτός τῆς διαθήκης, ἐν ἀγίων ἀγίοις οἰκίζεται.

Παρρησίαν μεγἀλην πρός τόν ἐκ λαγόνων σου τεχθέντα Κύριον κεκτημένη, Κόρη, ὅσα θέλεις ἀνύεις εκάστοτε καί ἰσχύεις πάντα, παντοδυνάμου Θεοῦ μῆτερ, διό θέλησον μόνον, καί σώσεις ήμάς.

Άδιόδευτε πύλη χαῖρε, ην διώδευσε Χριστός ὁ Κύριος, παραδείσου πύλας ή άνοίξασα χαίρε τω τόκω σου, χαίρε δι' ης χαίρει ὁ ουρανός καί γῆ χορεύει, ή τά κάτω τοῖς ἄνω συνάψασα.

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ 1, 600 66, ΜΕΘΩΝΗ ΠΙΕΡΙΑΣ. copyright 2010