st.markos.thumb

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"

ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"
  Σάββατο,
18 Νοεμβρίου 2017
  ΑΡΧΙΚΗ   |   ΑΝΑΖΗΤΗΣΗ   |   ΜΕΛΗ   |   ΕΠΙΚΟΙΝΩΝΙΑ   |   NEWSLETTER   |   SITEMAP
greek flag
ΚΑΤΗΓΟΡΙΕΣ

  ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΙΣΑΠΟΣΤΟΛΟΥΣ ΒΑΣΙΛΕΙΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΚΑΙ ΕΛΕΝΗΝ
 

Ἦχος πλ. δ΄.

Ὁ τὴν οίκουμένην ἅπασαν ἐπιστρέψας ἐκ τῆς πολυθέου πλάνης εἰς τὴν ἀληθινὴν θεογνωσίαν, Κωνσταντῖνος ὁ μέγας βασιλεὺς σήμερον θριαμΒεύων ἐνδόξως καταλαμβάνει τὰ οὐράνια, νικητὴς τροπαιοῦχος κατὰ δαιμόνων ὀλεθρίων καὶ τυράννων ἁλιτηρίων ὑπὸ τοῦ παμβασιλέως Θεοῦ στεφόμενος, σκῆπτρον νικοποιὸν ἐπιφερόμενος τὸν σταυρόν, οὗ τὸ σύνθημα λαβὼν οὐρανόθεν διὰ τῆς μακαρίας μητρὸς Ἑλένης ἐκ τῶν τῆς γῆς λαγόνων ὡς θησαυρὸν κεκρυμμένον αὐτὸν ἀνήγαγε· τοῦτον καὶ ἡμεῖς σὺν αὐτῷ εὐφημοῦντες αἰτούμεθα πρεσβεύειν Χριστῷ τῷ Θεῷ ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν πιστῶν καὶ τῶν ὀρθοδόξων βασιλέων καὶ τῶν διαδόχων αὐτῶν.

Ἦχος πλ. δ΄.

Ὁ μακάριος βασιλεὺς Κωνσταντῖνος ὡς ἀληθῶς Βασιλεύς, θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ νοῦν ἐλεύθερον τηρῶν καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν· τὸν τοιοῦτον ὁ βασιλεὺς τῶν οὐρανῶν καὶ παντάναξ Θεὸς γῆς καὶ θαλάσσης ἄρχοντα κατέστησε καὶ τὴν ὀρθόδοξον πίστιν δι΄αὐτοῦ στερρῶς ἐκράτυνε καὶ νῦν συμβασιλεύειν αὐτῷ προσλαβόμενος δέχεται πρέσβυν σὺν τῇ μακαρίᾳ μητρί Ἑλένῃ ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ 1, 600 66, ΜΕΘΩΝΗ ΠΙΕΡΙΑΣ. copyright 2010