st.markos.thumb

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"

ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"
  Παρασκευή,
29 Μαρτίου 2024
  ΑΡΧΙΚΗ   |   ΑΝΑΖΗΤΗΣΗ   |   ΜΕΛΗ   |   ΕΠΙΚΟΙΝΩΝΙΑ   |   NEWSLETTER   |   SITEMAP
greek flag
ΚΑΤΗΓΟΡΙΕΣ

  Στιχηρὰ εἰς τὸν ἅγιον Γρηγόριον Ἀρχιεπίσκοπον Θεσσαλονίκης τὸν Παλαμᾶν
 

Ἦχος δ΄.  Ὁ ἐξ ὑψίστου κληθείς.

Ὁ ἐκ κοιλίας μητρὸς ἡγιασμένος ὅτε τὸν ἐπίκηρον βίον κατέλιπες καὶ τὴν τοῦ κόσμου προσπάθειαν ἀπετινάξω, φιλοσοφίας ἐνθέῳ ἔρωτι, τότε παμμακάριστε πρὸς ἑαυτὸν συστραφείς, καὶ τὰς αἰσθήσεις τοῦ σώματος καὶ τὰς δυνάμεις, τὰς ψυχικὰς σοφῶς καθηράμενος, δι΄ἐγκρατείας, καὶ δακρύων καὶ προσευχῆς ἀεννάου γεγένησαι, θείου μύρου δοχεῖον καὶ λαμπρὸν σκεῦος τῆς χάριτος.

Ὅμοιον.

Προκαθαρθεὶς τὴν ψυχὴν καὶ τὴν καρδίαν, εἶδες ὅσον ἔξεσται τὸ μεγα θέαμα, Χριστὸν ἐν δόξει ἀστράπτοντα,τοῖς μύσταις τῆς χάριτος, συνανελθὼν εὐκλεῶς, τῇ θεωρίᾳ τοῦ Πνεύματος καὶ τὴν ἀκτῖνα, τῆς πανολβίου αἴγλης δεξάμενος πεφωτισμένος, θεορρήμων θεοειδὴς θεοφόρος ἐγνώσθης ἡμῖν· ὅθεν ἄκτιστον ταύτην, καὶ ἀΐδιον ἐκήρυξας.

Ὅμοιον.

Τοὺς σκοτεινοὺς πρὸς τὸ φῶς ψηλαφῶντας, λόγων ἀποδείξεσι, τὰ ὑπὲρ λόγον καὶ νοῦν μεμωραμμένους ἀπήλαγξας, ἐνθέοις λόγοις, τῆς οὐρανίου σοφίας ὅσιε, τὴν χάριν τοῦ Πνεύματος καὶ τὸ αΐδιον φῶς, τῆς ἀπροσίτου θεότητος κατατεμόντας, καὶ εἰς τὴν κτίσιν καταβιβάσαντας, οἷς ἐμβοήσας, τὰ θεόπνευστα τῶν πατέρων ἐξ ὕψους διδάγματα, ἐμβροντήτους εἰργάσω κἂν εἰς ἒτι τονθορύζωσιν.

Ὅμοιον.              

Τὴν Ἐκκλησίαν κοσμήσας θεοφόρε· λόγοις τε καὶ πράξεσι καὶ διδαχαῖς ἱεραῖς καὶ τῶν πατερων τὰ δόγματα διατρανώσας, συχνοῖς ἱδρῶσι καὶ ἀγωνίσμασι πρὸς τὴν ὑπερκόσμιον, ἔνθεν ἀπῆρας ζωήν, ἀγγελικαῖς ὁμηγύρεσι καὶ ἀποστόλοις καὶ ἱεράρχαις συνὼν καὶ μάρτυσι, καὶ τὴν γλυκεῖαν, φωτοφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὡς ἐπόθησας βλέπων, ἧς τυχεῖν καὶ ἡμᾶς πρέσβευε.

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΟΡΘΟΔΟΞΟN ΚΕΝΤΡΟN ΠΑΤΕΡΙΚΩΝ ΜΕΛΕΤΩΝ "ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ", ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ 1, 600 66, ΜΕΘΩΝΗ ΠΙΕΡΙΑΣ. copyright 2010